Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.45 Joseph. AJ 10.50 (English) >>Joseph. AJ 10.55

10.48μετῆλθε δʼ αὐτοῦ τὸ πλῆθος τοὺς φονεῖς καὶ τῷ πατρὶ συνθάπτουσι τὸν Ἀμμῶνα, τὴν δὲ βασιλείαν τῷ παιδὶ αὐτοῦ Ἰωσίᾳ παραδιδοῦσιν ὀκταετεῖ τὴν ἡλικίαν ὄντι, μήτηρ ἐκ πόλεως μὲν ἦν Βοσκέθ, Ἰέδις δὲ τοὔνομα. 10.49τὴν δὲ φύσιν αὐτὸς ἄριστος ὑπῆρχε καὶ πρὸς ἀρετὴν εὖ γεγονὼς Δαυίδου τοῦ βασιλέως ἐπιτηδευμάτων καὶ σκοπῷ καὶ κανόνι τῆς ὅλης περὶ τὸν βίον ἐπιτηδεύσεως ἐκείνῳ κεχρημένος. 10.50γενόμενος δὲ ἐτῶν δυοκαίδεκα τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην ἐπεδείξατο· τὸν γὰρ λαὸν ἐσωφρόνιζε καὶ παρῄνει τῆς περὶ τῶν εἰδώλων δόξης ὡς οὐχὶ θεῶν ὄντων ἀποστάντας σέβειν τὸν πάτριον θεόν, τά τε τῶν προγόνων ἐπισκοπῶν ἔργα τὰ μὲν ἁμαρτηθέντα διώρθου συνετῶς ὡς ἂν πρεσβύτατος καὶ νοῆσαι τὸ δέον ἱκανώτατος, ὅσα δʼ εὕρισκεν εὖ γεγονότα κατὰ χώραν ἐφύλαττέ τε καὶ ἐμιμεῖτο. 10.51ταῦτα δʼ ἔπραττε σοφίᾳ καὶ ἐπινοίᾳ τῆς φύσεως χρώμενος καὶ τῇ τῶν πρεσβυτέρων πειθόμενος συμβουλίᾳ καὶ παραδόσει· τοῖς γὰρ νόμοις κατακολουθῶν ὡς περὶ τὴν τάξιν τῆς πόλεως καὶ περὶ τὸ θεῖον εὐσεβείας εὐοδεῖν τε συνέβαινε διὰ τὴν τῶν πρώτων παρανομίαν μὴ τυγχάνειν ἀλλʼ ἐξηφανίσθαι· 10.52περιιὼν γὰρ βασιλεὺς καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅπασαν τά τε ἄλση τὰ τοῖς ξενικοῖς ἀνειμένα θεοῖς ἐξέκοψε καὶ τοὺς βωμοὺς αὐτῶν κατέσκαψεν, εἴ τι δʼ ἀνάθημα τούτοις ὑπὸ τῶν προγόνων ἀνέκειτο περιυβρίζων κατέσπα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.45 Joseph. AJ 10.50 (English) >>Joseph. AJ 10.55

Powered by PhiloLogic